Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 3.145.3 Hdt. 3.147.1 (English) >>Hdt. 3.149.1

3.146.3 αὐτὸς μὲν δὴ Μαιάνδριος ἐκπλέει ἐκ τῆς Σάμου· τοὺς δʼ ἐπικούρους πάντας ὁπλίσας Χαρίλεως, καὶ ἀναπετάσας τὰς πύλας, ἐξῆκε ἐπὶ τοὺς Πέρσας οὔτε προσδεκομένους τοιοῦτο οὐδὲν δοκέοντάς τε δὴ πάντα συμβεβάναι. ἐμπεσόντες δὲ οἱ ἐπίκουροι τῶν Περσέων τοὺς διφροφορευμένους τε καὶ λόγου πλείστου ἐόντας ἔκτεινον. 3.146.4 καὶ οὗτοι μὲν ταῦτα ἐποίευν, δὲ ἄλλη στρατιὴ Περσικὴ ἐπεβοήθεε· πιεζεύμενοι δὲ οἱ ἐπίκουροι ὀπίσω κατειλήθησαν ἐς τὴν ἀκρόπολιν.

ch. 147 3.147.1 Ὀτάνης δὲ στρατηγὸς ἰδὼν πάθος μέγα Πέρσας πεπονθότας, ἐντολὰς μὲν τὰς Δαρεῖός οἱ ἀποστέλλων ἐνετέλλετο, μήτε κτείνειν μηδένα Σαμίων μήτε ἀνδραποδίζεσθαι ἀπαθέα τε κακῶν ἀποδοῦναι τὴν νῆσον Συλοσῶντι, τουτέων μὲν τῶν ἐντολέων μεμνημένος ἐπελανθάνετο, δὲ παρήγγειλε τῇ στρατιῇ πάντα τὸν ἂν λάβωσι καὶ ἄνδρα καὶ παῖδα ὁμοίως κτείνειν. 3.147.2 ἐνθαῦτα τῆς στρατιῆς οἱ μὲν τὴν ἀκρόπολιν ἐπολιόρκεον, οἱ δὲ ἔκτεινον πάντα τὸν ἐμποδὼν γινόμενον ὁμοίως ἔν τε ἱρῷ καὶ ἔξω ἱροῦ.

ch. 148 3.148.1 Μαιάνδριος δὲ ἀποδρὰς ἐκ τῆς Σάμου ἐκπλέει ἐς Λακεδαίμονα· ἀπικόμενος δὲ ἐς αὐτὴν καὶ ἀνενεικάμενος τὰ ἔχων ἐξεχώρησε, ἐποίεε τοιάδε· ὅκως ποτήρια ἀργύρεά τε καὶ χρύσεα προθεῖτο, οἱ μὲν θεράποντες αὐτοῦ ἐξέσμων αὐτά, δʼ ἂν τὸν χρόνον τοῦτον τῷ Κλεομένεϊ τῷ Ἀναξανδρίδεω ἐν λόγοισι ἐών, βασιλεύοντι Σπάρτης, προῆγέ μιν ἐς τὰ οἰκία· ὅκως δὲ ἴδοιτο Κλεομένης τὰ ποτήρια, ἀπεθώμαζέ τε καὶ ἐξεπλήσσετο· δὲ ἂν ἐκέλευε αὐτὸν ἀποφέρεσθαι αὐτῶν ὅσα βούλοιτο.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 3.145.3 Hdt. 3.147.1 (English) >>Hdt. 3.149.1

Powered by PhiloLogic